# Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 7

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-12/7

καὶ μὴ διὰ τὴν ποικιλίαν τῶν γινομένων φυλάξῃ, φοβούμενος μὴ ταπεινότητα καὶ ἀδοξίαν τῷ θεῷ περιάψῃς. μία γάρ ἐστιν αὐτῷ δόξα, τὸ ποιεῖν τὰ πάντα, καὶ τοῦτο ἔστι τοῦ θεοῦ ὥσπερ ο᾽Υϲία, ἡ ποίησις· αὐτῷ δὲ τῷ ποιοῦντι ο᾽Υδὲν κακὸν οὐδ᾽ αἰσχρὸν νομιϲτέον. ταῦτα γάρ ἐστι τὰ πάθη [τὰ] τῇ γενέσει παρεπόμενα, ὥσπερ ὁ ἰὸς τῷ χαλκῷ, καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ᾽ οὔτε τὸν ἰὸν ὁ χαλκουργὸς ἐποίησεν, οὔτε τὸν ῥύπον ὁ ⟨τὸ σῶμα⟩ γεννήσα[ντε]ς [[γεγέννηκεν]]. οὐΔὲ τὴν κακίαν ⟨⟨γεγέννηκεν⟩⟩ ὁ θεός, ἡ δὲ τῆς γενέσεως διαμονὴ καθάπερ ἐξανθεῖν ποιεῖ. καὶ διὰ τοῦτο ἐποίησε τὴν μεταβολὴν ὁ θεός, ὥσπερ ἀνακάθαρσιν τῆς γενέσεως.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg014.local001/.
