# Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 9

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-12/9

ὁ γὰρ θεὸς ἓν μόνον ἔχει πάθος, τὸ ἀγαθόν· ὁ δὲ ἀγαθὸς οὔτε ὑπερήφανος οὔτε ἀδύνατος. [[τοῦτο γάρ ἐστιν ὁ θεός, τὸ ἀγαθόν· ᾧ πᾶσα δύναμις τοῦ ποιεῖν πάντα.]] πᾶν δῊ τὸ γεννητὸν ὑπὸ τοῦ θεοῦ γέγονεν, ὅπερ ἐστίν, ὑπὸ τοῦ ἀγαθοῦ καὶ [τοῦ] πάντα δυναμένου ποιεῖν. ⟨⟨τοῦτο γάρ ἐστιν ὁ θεός, τὸ ἀγαθόν· ⟨τῷ δὲ ἀγαθ⟩ῷ πᾶσα δύναμις τοῦ ποιεῖν πάντα.⟩⟩

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg014.local001/.
