# [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 17

Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-13/17

ἤρτηται οὖν ὁ νοητὸς κόσμος τοῦ θεοῦ [ὁ δὲ αἰσθητὸς τοῦ νοητοῦ]· ὁ δὲ ἥλιος διὰ τοῦ νοητοῦ [καὶ αἰσθητοῦ] κόσμου τὴν ἐπιρροὴν ἀπὸ τοῦ θεοῦ χορηγεῖται τοῦ ἀγαθοῦ, τουτέστι τῆς δημιουργίας. περὶ δὲ τὸν ἥλιον αἱ ὀκτώ εἰσι σφαῖραι, τούτου ἠρτημέναι, ἥ τε τῶν ἀπλανῶν καὶ ⟨αἱ⟩ ἓξ τῶν πλανωμένων καὶ ἡ μία περίγειος. τούτων δὲ τῶν σφαιρῶν ἤρτηνται οἱ δαίμονες, τῶν δὲ δαιμόνων οἱ ἄνθρωποι· καὶ οὕτω πάντα τε καὶ πάντες ἀπὸ τοῦ θεοῦ εἰσιν ἠρτημένοι.

---

Anonymous, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg016.local001/.
