# [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα 7

Corpus Hermeticum, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-13/7

ἡ δὲ τούτου θέα οὐκ ἔστι στοχαάοντος, ἀλλ᾽ αὐτῇ ⟨τ⟩ῇ ὄψει ⟨ὁρᾶται⟩. λαμπρότατα ⟨γὰρ⟩ περιλάμπει πάντα τὸν κόσμον τὸν ὑπερκείμενον καὶ ὑποκείμενον· μέσος γὰρ ἵδρυται, στεφανηφορῶν τὸν κόσμον. ⟨⟨ἀφῆκεν οὖν φέρεσθαι ⟨αὐτὸν⟩ οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ᾽ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ,⟩⟩ [καὶ] καθάπερ ἡνίοχος ἀγαθός, τὸ τοῦ κόσμου ἅρμα ἀσφαλισάμενος καὶ ἀναδήσας εἰς ἑαυτόν, μή πως ἀτάκτως φέροιτο· εἰσὶ δὲ αἱ ἡνίαι ⟨...⟩ [ζωὴ καὶ ψυχὴ καὶ πνεῦμα] [καὶ ἀθανασία καὶ γένεσις]. [[ἀφῆκεν οὖν φέρεσθαι οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ᾽ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ.]]

---

Anonymous, [ὅροι] Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg016.local001/.
