# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν 1b

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν, Section 1b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-15/1b

⟨...⟩ περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος· ἀλλὰ ⟨ὄ⟩νο[η]μά ἐστιν Ἡ θανάτου προσηγορία[ς ἢ] κενὸν ἔργοΥ. [ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος.] ὁ γὰρ θάνατος ἀπώλειά[ς] ἐστιν, οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτερος θεὸς ὁ κόσμος, καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου. [μάλιστα δὲ ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον.]

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg008.local001/.
