# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν 2

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-15/2

πρῶτος γὰρ πάντων, ⟨⟨καὶ⟩⟩ ὄντως [[καὶ]] ἀίδιος καὶ ἀγέννητος, [καὶ] ⟨ὁ⟩ δημιουργὸς τῶν ὅλων θεός· δεύτερος δὲ ὁ κατ᾽ εἰκόνα αὐτοῦ ὑπ᾽ αὐτοῦ γενόμενος, καὶ ὑπ᾽ αὐτοῦ συνεχόμενος καὶ τρεφόμενος, ⟨⟨ἀείζωο⟨ς ὤ⟩ν, ὡς⟩⟩ ἀθανατιζόμενος [ὡς] ὑπὸ ἀιδίου ⟨ὄντος τοῦ⟩ πατρός [[ἀείζωον ὡς]] [ἀθάνατος]. τὸ γὰρ ἀείζωον τοῦ ἀιδίου διαφέρει. ὁ μὲν γὰρ ⟨πατὴρ⟩ ὑπὸ ἑτέρου οὐκ ἐγένετο· εἰ δὲ καὶ ἐγένετο, ὑφ᾽ ἑαυτοῦ· ⟨μᾶλλον δὲ⟩ οὔποτε ἐγένετο, ἀλλ᾽ ἀεὶ ⟨ἔστιν· ὁ δὲ κόσμος ἀεὶ⟩ γίνεται. τὸ γὰρ αἴτον ⟨τ⟩οῦ [ἀίδιόν ἐστι] ⟨εἶναι⟩ τὸ πᾶν ⟨ὁ πατήρ⟩· ὁ δὲ πατὴρ αὐτὸς ἑαυτοῦ αἴτιος. ὁ δῊ κόσμος ὑπὸ τοῦ πατρὸς ἀιδί⟨ου ὄντ⟩ος [καὶ] ἀθάνατος γέγονε.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg008.local001/.
