# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν 3

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-15/3

καὶ ὅσον ἦν τῆς ὕλης ὑποκείμενον τῷ ἑαυτοῦ ⟨θελήματι⟩, τὸ πᾶν ὁ πατὴρ σωματοποιήσας καὶ ὀγκώσας ἐποίησε σφαιροειδές, τοῦτο αὐτῷ τὸ ποιὸν περιθείς, οὖσαν καὶ αὐτὴν ἀθάνατον, καὶ ἔχουσαν ἀίδιον τὴν ὑλότητα. πλέον δέ, τῶν Ζῴων τὰ ποιὰ ὁ πατὴρ ἐγκατασπείρας τῇ σφαίρᾳ ὥσπερ ἐν ἄντρῳ κατέκλεισε, πάσῃ ποιότητι κοσμῆσαι βουλόμενος τὸ μετ᾽ αὐτοῦ ⟨ἄ⟩ποιον. τῇ δὲ ἀθανασίᾳ περι⟨έ⟩βαλε τὸ πᾶν σῶμα, ἵνα μὴ ⟨ἡ⟩ ὕλη, [καὶ] τῆς τούτου συστάσεως θελήσασα ἀποστῆναι, διαλυθῇ εἰς τὴν ἑαυτῆς ἀταξίαν. ὅτε γὰρ ἦν ἀσώματος ἡ ὕλη, ὦ τέκνον, ἄτακτος ἦν· ἔχει δὲ καὶ ἐνθάδε ⟨ἄτακτόν⟩ τι περὶ τὰ [ἄλλα] μικρὰ [ποιὰ] ⟨ζῷα⟩ εἱλούμενον, τὸ τῆς αὐξήσεως καὶ [τὸ τῆς] μειώσεως [ὃν θάνατον οἱ ἄνθρωποι καλοῦσιν].

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg008.local001/.
