# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 1b

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, Section 1b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-16/1b

τοῦτο δὲ [ἐν] οὐδενὶ ἄλλῳ πρόσεστιν εἰ μὴ μόνῳ τῷ θεῷ. οὔτε γὰρ ἐνδεής ἐστί τινος, ἵνα ἐπιθυμήσας αὐτὸ κτήσασθαι κακὸς γένΗται· οὔτε τῶν ὄντων οὐδὲν ἀπόβλητόν ἐστιν αὐτῷ, ὃ ἀποβαλὼν λυπηθήσεται· [λύπη γὰρ κακίας μέρος·] οὔτε κρεῖττον αὐτοῦ ἐστὶν οὐδέν, ὑφ᾽ οὗ ⟨⟨ἀδικηθεὶϲ⟩⟩ πολεμήϲει· οὔτε σύζυγόν ἐστιν αὐτῷ, [τὸ [[ἀδικηθῆναι]] καὶ διὰ τοῦτο] [αυτ]οὗ ἐρασθήσεται· οὔτε ἀνήκοον, ᾧ ὀργισθήσεται· οὔτε σοφώτερον, ὃ ζηλώσει. τούτων δὲ μὴ ⟨ἐν⟩όντοϲ τῇ οὐσίᾳ ⟨αὐτοῦ⟩ μηδενός, τί ὑπολείπεται ἢ μόνον τὸ ἀγαθόν;

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg006.local001/.
