# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 4b

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, Section 4b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-16/4b

⟨...⟩ ⎡αἱ γὰρ ἐξοχαὶ τῶν καλῶν περὶ αὐτήν εἴσι τὴν οὐσίαν φαίνονται καὶ καθαρώτεραι καὶ εἰλικρινέσταται τάχα που καὶ αὗται αἱ οὐσίαι ἐκείνου.⎤ τολμητέον γὰρ εἰπεῖν, ὦ Ἀσκληπιέ, ὅτι ἡ οὐσία τοῦ θεοῦ, εἴ γε οὐσίαν ἔχει, τὸ καλόν ἐστι [τὸ δὲ καλὸν] καὶ ⟨τὸ⟩ ἀγαθόν. ⟨ὑπὸ δὲ τούτων⟩ οὐδὲν ἔστι καταλά⟨μ⟩πεσθαι τῶν ἐν τῷ κόσμῳ. πάντα γὰρ τὰ ὀφθαλμῷ ὑποπίπτοντα εἴδωλά ἐστι, καὶ ὥσπερ σκιαγραφίαι· τὰ δὲ μὴ ὑποπίπτοντα ⟨...⟩, μάλιστα δὲ ἡ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ ⟨...⟩. καὶ ὥσπερ ὀφθαλμὸς οὐ δύναται τὸν θεὸν ἰδεῖν, οὕτως οὐΔὲ τὸ καλὸν καὶ τὸ ἀγαθόν. ταῦτα γὰρ μέρη τοῦ θεοῦ ἐστιν, [[ὁλόκληρα,]] ἴδια αὐτοῦ μόνου, οἰκεῖα, ἀχώριστα, ⟨⟨ὁλόκληρα,⟩⟩ ἐρασμιώτατα, ὧν [ἢ] αὐτὸς ὁ θεὸς ἐρᾷ [ἢ αὐτὰ τοῦ θεοῦ ἐρᾷ].

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg006.local001/.
