# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 5

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-16/5

εἰ δύνασαι νοῆσαι τὸν θεόν, νοήσεις τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθόν, [τὸ ὑπέρλαμπρον] τὸ ⎡ὑπερλαμπόμενον⎤ ὑπὸ τοῦ θεοῦ. ἐκεῖνο γὰρ τὸ κάλλος ἀσύγκριτον, καὶ ἐκεῖνο τὸ ἀγαθὸν ἀμίμητον, ὥσπερ καὶ αὐτὸς ὁ θεός. ὡς οὖν τὸν θεὸν νοεῖς, οὕτω καὶ τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθὸν νόει. ἀκοινώνητα γὰρ ταῦτα τοῖς ἄλλοις [τῶν ἄλλων ζῴων] ἐστί, διὰ τὸ ἀχώριστα εἶναι τοῦ θεοῦ. ἐὰν περὶ τοῦ θεοῦ ζητῇς, καὶ περὶ τοῦ καλοῦ ζητεῖς. μία γάρ ἐστιν εἰς αὐτὸ ἀποφέρουσα ὁδὸς ἡ μετὰ γνώσεως εὐσέβεια.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg006.local001/.
