# Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ 6

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-16/6

ὅθεν οἱ ἀγνοοῦντες, καὶ μὴ ὁδεύσαντες τὴν [περὶ] τῆς εὐσεβείας ὁδόν, καλὸν καὶ ἀγαθὸν τολμῶσι λέγειν ἄνθρωπον, μηδὲ ὄναρ θεασάμενον εἴ τί ἐστιν ἀγαθόν, ἀλλὰ παντὶ κακῷ περιειλημμένον, καὶ τὸ κακὸν πιστεύσαντα ἀγαθὸν εἶναι, καὶ οὕτως αὐτῷ χρώμενον ἀκορέστως, καὶ φοβούμενον αὐτοῦ στερηθῆναι, πάντα δὲ ἀγωνιζόμενον ἵνα μὴ μόνον ἔχῃ, ἀλλὰ καὶ ἐπαύξῃ. τοιαῦτα τὰ ἀνθρώπεια ἀγαθὰ καὶ [τὰ] καλά, ὦ Ἀσκληπιέ, ἃ οὔτε φυγεῖν δυνάμεθα οὔτε μισῆσαι· τὸ γὰρ πάντων χαλεπώτατον, ὅτι χρείαν αὐτῶν ἔχομεν, καὶ ζῆν τούτων χωρὶς οὐ δυνάμεθα.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg006.local001/.
