# [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 16

Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-3/16

καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ· Καὶ τὰ λοιπά, ὦ⟩ νοῦ[ς], ⟨φράσον⟩ [ὁ ἐ]μοι· καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. — ὁ δὲ Ποιμάνδρης εἶπε· Τοῦτο ἔστι τὸ [[κεκρυμμένον]] μυστήριον ⟨τὸ⟩ μέχρι τῆσδε τῆς ἡμέρας ⟨⟨κεκρυμμένον⟩⟩. ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ ⟨ἀπὸ⟩ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓ⟨ς⟩ ἔφην σοι ἐκ πYρὸς καὶ πνεύματος ⟨γεγονέναι⟩, οὐκ ἀνέμεινεν ἡ φύσις, ἀλλ᾽ εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοικητόρων, ἀρρενοθήλε[ι]ας καὶ μεταρσίους. — καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ⟩· Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι, μὴ ἔκτρεχε. — καὶ ὁ Ποιμάνδρης εἶπεν· Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον.—Ἰδοὺ σιωπῶ, ἔφην ἑγώ. –

---

Anonymous, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg001.local001/.
