# [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 21

Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-3/21

Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ [νοήσας] ⟨ἀναγνωρίσας⟩ ἑαυτὸν εἰς ⟨τὸ⟩ ἀΓαθὸν χωρεῖ, ὥ⟨σ⟩περ ἔχει ὁ τοῦ θεοῦ λόγος; — φημὶ ἐγώ· Ὅτι ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. — Εὖ φῄϲ [λαλῶν ⟨ὅτι⟩ φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος]. ἐὰν οὖν, [[μάθῃς ἑαυτὸν]] ἐκ ζωῆς καὶ φωτὸς ὤν, [τα καὶ] ⟨⟨μάθῃς ἑαυτὸν⟩⟩ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν ⟨καὶ φῶς⟩ πάλιν χωρήσεις. — ταῦτα ὁ Ποιμάνδρης εἶπεν. Ἀλλ᾽ ἔτι μοι εἰπέ, [[πῶς εἰς ζωὴν χωρήσω]] ⟨ἔφην⟩ ἐγώ· [[ἔφην ὦ νοῦς ἐμός]] φησὶ γὰρ ὁ θεὸς ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν· οὐ πάντες γὰρ ἄνθρωποι νοῦν ἔχουσιν; — ⟨⟨ἔφη[ν] ὁ νοῦς ἐμοί·⟩⟩

---

Anonymous, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg001.local001/.
