# [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 29x

Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης, Section 29x. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-3/29x

καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν, τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες· οἱ δὲ παρεκάλουν διδαχθῆναι, ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες· ἐγὼ δέ, ἀναστήσας αὐτούς, καθοδηγὸς ἐγενόμην τοῦ γένους, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα ⟨ἐν⟩ αὐτοῖς τοὺς τῆς σοφίας λόγους, καὶ ἐτράφη[σαν] ⟨τὸ σπαρὲν⟩ ἐκ τοῦ ἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης, καὶ τῆς τοῦ ἡλίου αὐγῆς ἀρχομένης δύεσθαι, ὅλοις ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην.⟩⟩

---

Anonymous, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg001.local001/.
