# Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 17

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-4/17

Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι [καὶ συμπνεῖν], καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. ἡ σύνθεσις [τῶν ἐνδυμάτων] τούτων ἐν σώματι γηίνῳ γίνεται. ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθ᾽ ἑαυτὸν ἑδράσ⟨ασθ⟩αι· οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνέχεσθαι συγχρωτιζόμενον αὑτῇ παθητὸν σῶμα. ἔλαβεν οὖν ὥσπερ περιβολὴν τὴν ψυχήν· ἡ δὲ ψυχή. καὶ αὐτὴ θεία τις οὖσα, καθαπερεὶ περι⟨βολῇ⟩ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ [ζῷον] ⟨σῶμα⟩ διοικεῖ· ⟨⟨συστέλλεται ⟨γὰρ⟩ τὸ ⟨μὲν⟩ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα.⟩⟩

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg010.local001/.
