# Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 2

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-4/2

ἡ γὰρ τούτου ἐνέργεια ἡ θέλησίς ἐστι· καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάντα εἶναι. τί γάρ ἐστι⟨ν ὁ⟩ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] ἢ τὸ τῶν πάντων εἶναι οὐκέτι ὄντων; ἀλλὰ ὕπαρξις αὕτη τῶν ὄντων. τοῦτο ὁ θεός, τοῦτο ὁ πατήρ. τούτῳ ⟨δὲ πρόσεστι⟩ τὸ ἀγαθόν, ⟨τοιοῦτο ὂν⟩ ὃ μηδεν⟨ὶ⟩ πρόσεστι τῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος [καὶ ὁ ἥλιος] τῶν κατὰ μετουσίαν ⟨ἀγαθῶν⟩ καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖς ζῴοις ἴσως αἴτιός ἐστιν· οὐδὲ ⟨γὰρ⟩ τοῦ ζῆν· εἰ δέ [τοῦτο οὕτως ἔχει], πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ [ἀγαθοῦ] θελήματος ⟨τοῦ θεοῦ⟩, οὗ χωρὶς οὔτε εἶναί ⟨τι⟩ οὔτε γενέσθαι δυνατόν.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg010.local001/.
