# Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 20

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, Section 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-4/20

—Πῶς οὖν κολάζεται, ὦ πάτερ, ἀνθρωπίνη ψυχή;—Καὶ τίς ἐστι μείζων κόλασις [ἀνθρωπίνης ψυχῆς], ὦ τέκνον, ἢ ἡ ἀσέβεια; ποῖον πῦρ τοσαύτην φλόγα ἔχει ὅσην ἡ ἀσέβεια; ποῖον δὲ δακετὸν θηρίον τοσοῦτον ἰσχύει⟩ [ὥστε] λυμᾶναι ⟨τὸ⟩ σῶμα, ὅσον αὐτὴν τὴν ψυχὴν ἡ ἀσέβεια; ἢ οὐχ ὁρᾷς ὅσα κακὰ πάσχει ψυχὴ ἡ ἀσεβής, βοώσης αὐτῆς καὶ κεκραγυίας καίομαι, φλέγομαι· τί εἴπω, τί ποιήσω οὐκ οἶδα· διεσθίομαι ἡ κακοδαίμων ὑπὸ τῶν κατεχόντων με κακῶν. [οὔτε βλέπω οὔτε ἀκούω.] αὗται αἱ φωναὶ οὐ κολαζομένης εἰσὶ ψυχῆς; ἢ ὡς οἱ πολλοὶ δοκοῦσι καὶ σὺ δοξάζεις, ὦ τέκνον, ὅτι ψυχὴ ἐξελθοῦσα τοῦ σώματος θηριάζεται; ὅπερ ἐστὶ πλάνη μεγίστη.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg010.local001/.
