# Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 23

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, Section 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-4/23

καὶ αὕτη ἡ τοῦ παντός ἐστι διοίκησις, ἠρτημένωΝ ⟨πάντων⟩ ἐκ τῆς ἑνὸς ⟨τοῦ θεοῦ⟩ φύσεως, καὶ διοικουΜέΝωΝ δι᾽ ἑνὸς τοῦ νοῦ· ⟨οὗ⟩ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον, καὶ ἐναωτικάώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· μακαρία ψυχὴ ἡ τούτου πλήρΗϹ, κακοδαίμων δὲ [ψυχὴ] ἡ τούτου κενή. — Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; — Οἴει οὖν ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει; [τὸν ἀγαθόν· περὶ γὰρ τούτου νῦν ὁ λόγος, οὐ τοῦ ὑπηρετικοῦ περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆς δίκης.]

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg010.local001/.
