# Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 5

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-4/5

⟨καὶ μ⟩ὴν οἱ δυνάμενοι πλέον τι ἀρύσασθαι τῆς θέας κατακοιμίζονται πολλάκις δῊ ὑπὸ τοῦ σώματος· ⟨ἀπολυθέντες δὲ τοῦ σώματος⟩ εἰς τὴν καλλίστην ὄψιν ⟨ἐνέτυχον⟩, ὥϲπερ Οὐρανὸς καὶ Κρόνος, οἱ ἡμέτεροι πρόγονοι, ἐντετυχήκασιν.—Εἴθε καὶ ἡμεῖς, ὦ πάτερ. —Εἴθε γάρ, ὦ τέκνον· νῦν δὲ ἔτι ἀτονοῦμεν πρὸς τὴν ὄψιν, καὶ οὕτως οὐκ ἰσχύομεν ἀναπετάσαι ἡμῶν τοὺς τοῦ νοῦ ὀφθαλμούς, καὶ θεάσασθαι τὸ κάλλος τοῦ ἀγαθοῦ, ἐκεῖνο[υ] τὸ ἄφθαρτον, τὸ ⟨ἀλ⟩άλη[π]τον. τότε γὰρ αὐτὸ ὄψει, ὅταν μηδὲν περὶ αὐτοῦ ἔχῃς εἰπεῖν· ἡ γὰρ γνῶσις αὐτοῦ Βαθεῖα σιωπή ἐστι, καὶ καταργία πασῶν τῶν αἰσθήσεων.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg010.local001/.
