# Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 7

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-4/7

Πῶς λέγεις, ὦ πάτερ;—Πάσης ψυχῆς, ὦ τέκνον, διαιρετῆς μεταβολαὶ⟨πολλαὶ⟩ δΉ.—Πῶς πάλιν διαιρετῆς;—Οὐκ ἤκουσας ἐν τοῖς γενικοῖς, ὅτι ἀπὸ μιᾶς ψυχῆς τῆς τοῦ παντὸς πᾶσαι αἱ ψυχαί εἰσιν αὗται ⟨⟨ὥσπερ ἀπονενεμημέναι⟩⟩, ⟨αἱ⟩ ἐν τῷ παντὶ κόσμῳ κυλινδούμεναι[[ὥσπερ ἀπονενεμημέναι]]; τούτων τοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν ἐπὶ τὸ εὐτυχέστερον, τῶν δὲ ἐπὶ τὸ ἐναντίον. αἱ μὲν γὰρ ἑρπετώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲ ἔνυδροι εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰς ἀνθρώπους· αἱ δὲ ἀνθρώπειαι, ἀρχὴν ἀθανασίας [ι]σχοῦσαι, εἰς δαίμονας μεταβάλλουσιΝ, εἶθ’ οὕτως εἰς τὸν τῶν θεῶν χορὸν χωρ[ευ]οῦσι· [χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁ δὲ τῶν ἀπλανῶν·] καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg010.local001/.
