# Νοῦ πρὸς Ἑρμῆν 19

Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-5/19

καὶ ⟨τ⟩οῦτο νόησον ἀπὸ σεαυτοῦ. [καὶ] κέλευσόν σου τῇ ψυχῇ εἰς ἣν δῊ καὶ ⟨βούλει γῆν⟩ πορευθῆναι, καὶ ταχύτερόν σου τῆς κελεύσεως ἐκεῖ ἔσται. μετελθεῖν δὲ αὐτῇ κέλευσον ἐπὶ τὸν ὠκεανόν, καὶ οὕτως ἐκεῖ πάλιν ταχέως ἔσται, οὐχ ὡς μεταβᾶσα ἀπὸ τόπου εἰς τόπον, ἀλλ᾽ ὡς ἐκεῖ οὖσα. κέλευσον δὲ αὐτῇ καὶ εἰς τὸν οὐρανὸν ἀναπτῆναι, καὶ οὐδὲ πτερῶν δεηθήσεται· ἀλλ᾽ οὐδὲ αὐτῇ οὐδὲν ἐμπόδιον, οὐ τὸ τοῦ ἡλίου πῦρ, [οὐχ ὁ αἰθήρ,] οὐχ ἡ ⟨τῶν ἀστέρων⟩ δίνη [οὐχὶ τὰ τῶν ἄλλων ἀστέρων σώματα]· πάντα δὲ διατεμοῦσα ἀναπτήσεται μέχρι τοῦ ἐσχάτου σώματος. εἰ δὲ βουληθείης καὶ αὐτὸ ⟨τὸ⟩ ὅλον διαρρήξασθαι, καὶ τὰ ἐκτός, εἴ γέ τι ἐκτὸς τοῦ κόσμου, θεάσασθαι, ἔξεστί σοι.

---

Anonymous, Νοῦ πρὸς Ἑρμῆν. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg011.local001/.
