# Νοῦ πρὸς Ἑρμῆν 20b

Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν, Section 20b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-5/20b

ἐὰν οὖν μὴ σεαυτὸν ἐξισάσῃς τῷ θεῷ, τὸν θεὸν νοῆσαι οὐ δύνασαι· τὸ γὰρ ὅμοιον τῷ[ν] ὁμοίῳ[ν] νοητόν. ⟨⟨παντὸς σώματος ἐκπηδήσας⟩⟩ συναύξησον σεαυτὸν τῷ ἀμετρήτῳ μεγέθει [[παντὸς σώματος ἐκπηδήσας]], καὶ πάντα χρόνον ὑπεράρας αἰών⟨ιος⟩ γενοῦ, καὶ νοήσεις τὸν θεόν. μηδὲν ἀδύνατον σεαυτῷ ὑπόστησαι· σεαυτὸν ἥγησαι ἀθάνατον, καὶ πάντα δυνάμενον νοῆσαι, πᾶσαν μὲν τέχνην, πᾶσαν δὲ ἐπιστήμην. παντὸς ζῴου ἤθΗ ⟨. . .⟩, παντὸς δὲ ὕψους ὑψηλότερος γενοῦ, καὶ παντὸς βάθους ταπεινότερος· πάσας δὲ τὰς ἀΝτιθέσεις τῶν ποι⟨οτ⟩ήτων σύλλαβε ἐν σεαυτῷ, [πυρός, ὕδατος,] ⟨θερμοῦ καὶ ψυχροῦ,⟩ ξηροῦ καὶ ὑγροῦ· καὶ ὁμοῦ πανταχῆ ⟨νόησον⟩ εἶναι, ἐν γῇ, ἐν θαλάττῃ, ἐν οὐρανῷ· μηδέπω γεγεν⟨ν⟩ῆσθαι, ἐν τῇ γαστρὶ εἶναι, νέος, γέρων, τεθνηκέναι, τὰ μετὰ τὸν θάνατον· καὶ ταῦτα πάντα ὁμοῦ νοήσας, χρόνους, τόπους, πράγματα, ποιότητας, ποσότητας, δύνασαι νοῆσαι τὸν θεόν.

---

Anonymous, Νοῦ πρὸς Ἑρμῆν. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg011.local001/.
