# Νοῦ πρὸς Ἑρμῆν 5

Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-5/5

συνέχει δὲ τοῦτο ⟨τὸ πᾶ⟩ν ὁ αἰών,—εἴτε [δι᾽] ἀνάγκην, εἴτε πρόνοιαν, εἴτε φύσιν, [καὶ] εἴ⟨τε⟩ τι ἄλλο οἴεται ἢ οἰηθήσεταί τις,—τοῦτο ἔστι [πᾶ]ν, ὁ θεὸς ἐνεργῶν. ἡ δὲ ἐνέργεια ⟨τοῦ⟩ θεοῦ δυνάμει [οὖσα] ἀνυπέρβλητος, ᾗ οὔτε τὰ ἀνθρώπεια οὔτε τὰ θεῖα παραβάλλοι ἄν τις. διό, ⟨ὦ⟩ Ἑρμῆ, μή[δεπο]τε τῶν κάτω μήτε τῶν ἄνω ὅμοιόν τι ἡγήσῃ τῷ θεῷ· ἐπεὶ τῆς ἀληθείας ἐκπεσῇ· οὐδὲν γὰρ ὅμοιον τῷ [ἀνομοίῳ καὶ] μόνῳ καὶ ἑνί. [καὶ] μηδὲ ἄλλῳ τινὶ ἡγήσῃ τῆς δυνάμεως ἐκχωρεῖν· τίς γὰρ κατ’ ἐκεῖνον; ⟨τίς ἄλλος αἴτιος⟩ [εἴτε] ζωῆς, καὶ ἀθανασίας καὶ μεταβολῆς ποιΗτήc; τί δὲ αὐτο῀Υ ἄλλο ⟨ἔργον ἢ⟩ τὸ ποιεῖΝ; οὐ γὰρ ἀργὸς ὁ θεός· ἐπεὶ πάντα ἂν ἦν ἀργά. ἅπαντα γὰρ πλήρη τοῦ θεοῦ. ἀλλ᾽ οὐδὲ ἐν τῷ κόσμῳ ἐστὶν ἀργία οὐδαμοῦ [οὐδὲ ἔν τινι ἄλλῳ]· ἀργία γὰρ ὄνομα κενόν ἐστι, καὶ τοῦ ποιοῦντος καὶ τοῦ γινομένου.

---

Anonymous, Νοῦ πρὸς Ἑρμῆν. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg011.local001/.
