# Νοῦ πρὸς Ἑρμῆν 7

Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-5/7

ἴδε καὶ τοὺς ὑποκειμένους ἑπτὰ κόσμους, κεκοσμημένους τάξει αἰωνίῳ, καὶ δρόμῳ διαφόρῳ τὸν αἰῶνα ἀναπληροῦντας. φωτὸς δὲ πάντα πλήρη, πῦρ δὲ οὐδαμοῦ ⟨. . .· τ⟩ῇ γὰρ φιλίᾳ ⟨⟨τῶν ἐναντίαων⟩⟩ καὶ ⟨τ⟩ῇ συγκράσει [[τῶν ἐναντίων]] [καὶ] τῶν ἀνομοίων ⟨τὸ πῦρ⟩ φῶς γέγονε, καταλαμπόμενον ὑπὸ τῆς τοῦ [θεοῦ] ⟨ἡλίου⟩ ἐνεργείας, ⟨τοῦ⟩ παντὸς ἀγαθοῦ γεννήτορος, καὶ πάσης τάξεως ἄρχοντος, καὶ ἡγεμόνος τῶν ἑπτὰ κόσμων. σελήνην ⟨ἴ⟩δε, ἐκείνων πρόδρομον πάντων, ὄργανον τῆς φύσεως, τὴν κάτω ὕλην μεταβάλλουσαν· τήν τε γῆν, μέσην τοῦ παντὸς ⟨⟨ἱδρυμένην⟩⟩, ὑποστάθμην τοῦ καλοῦ κόσμου [[ἱδρυμένην]], τροφὸν καὶ τιθήνην τῶν ἐπιγείων. θέασαι δὲ καὶ τὸ πλῆθος τῶν ἀθανατων ζῴων ὅσον ἐστί, καὶ τὸ τῶν θνητῶν, μέσην δὲ ἀμφοτέρων [τῶν τε ἀθανάτων καὶ τῶν θνητῶν] τὴν σελήνην περιπορευομένην.

---

Anonymous, Νοῦ πρὸς Ἑρμῆν. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg011.local001/.
