# Νοῦ πρὸς Ἑρμῆν 9

Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-5/9

[ἐν] διαφόρων γὰρ καὶ πολλῶν οὐσῶν τῶν κινήσεων, καὶ τῶν σωμάτων οὐχ ὁμοίων, μιᾶς δὲ κατὰ πάντων τάξεως τετα[γ]μένης, ἀδύνατον δύο ἢ πλείους ποιητὰς εἶναι. μία γὰρ ἐπὶ πολλῶν οὐ τηρεῖται τάξις· ζῆλος δὲ τοῖς πολλοῖς παρέψεται, ⟨. . .⟩ τοῦ κρείττονος, καὶ ἐριοῦσι. καὶ εἰ ἕτερος ἦν ὁ ποιητὴς τῶν μεταβλητῶν [ζῴων] καὶ θνητῶν, ἐπεθύμησεν ἂν καὶ ἀθανάτους ποιῆσαι, ὥσπερ καὶ ὁ τῶν ἀθανάτων θνητούς. φέρε δέ, εἰ καὶ δύο εἰσί, μιᾶς οὔσης τῆς ὕλης καὶ μιᾶς τῆς ψυχῆς, παρὰ τίνι [ἂν] αὐτῶν ἡ χορηγία [τῆς ποιήσεως]; εἰ δὲ καὶ παρὰ ἀμφοτέροις, παρὰ τίνι τὸ πλεῖον μέρος;

---

Anonymous, Νοῦ πρὸς Ἑρμῆν. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg011.local001/.
