# Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ] 3

Corpus Hermeticum, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ], Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-6/3

ὁ γὰρ νοῦς κύει πάντα τὰ νοήματα, ἀγαθὰ μέν, ὅταν ὑπὸ τοῦ θεοῦ τὰ σπέρματα λάβῃ, ἐναντία δέ, ὅταν ὑπό τινος τῶν δαιμόν[ι]ων, [μηδενὸς μέρους τοῦ κόσμου κενοῦ ὄντος δαίμονος,] ⟨⟨ὅστις ὑπεισελθὼν⟩⟩ τῷ ⟨μὴ⟩ ὑπὸ τοῦ θεοῦ πεφωτισμένῳ [δαίμονι] [[ὅστις ὑπεισελθὼν]] ἔσπειρε τῆς ἰδίας ἐνεργείας τὸ σπέρμα, καὶ ἐκύησεν ὁ νοῦς τὸ σπαρέν, μοιχείας, φόνους, πατροτυπίας, ἱεροσυλίας, ἀσεβείας [ἀγχόνας, κατὰ κρημνῶν καταφοράς, καὶ ἄλλα πάντα ὅσα δαιμόνων ἔργα].

---

Anonymous, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg009.local001/.
