# Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ] 4a

Corpus Hermeticum, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ], Section 4a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-6/4a

τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα μέν⟨τοι⟩ καὶ καλὰ καὶ ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια. εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις· ὃν ὁ ἐπιγνούς, πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν, τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας.

---

Anonymous, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg009.local001/.
