# Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ] 5

Corpus Hermeticum, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ], Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-6/5

ἐπάνειμι πάλιν ἐπὶ τὸν τῆς αἰσθήσεως λόγον. ἀνθρώπινον οὖν τὸ κοινωνῆσαι αἴϲΘΗϲιν νοήσει· οὐ πᾶς δὲ ἄνθρωπος, ὡς προεῖπον, ἀπολαύει τῆς νοήσεως· [ἀλλ’ ὁ μὲν ὑλικός, ὁ δὲ οὐσιώδης.] ὁ μὲν γὰρ μετὰ κακίας [ὑλικός] ⟨νοεῖ⟩, ὡς ἔφην, ἀπὸ τῶν δαιμόνων τὸ σπέρμα τῆς νοήσεως ἴσχωΝ, οἱ δὲ μετὰ τοῦ ἀγαθοῦ [οὐσιωδῶς], ὑπὸ τοῦ θεοῦ σωζόμενοι. ὁ μὲν γὰρ θεός, πάντων δημιουργὸς [δημιουργ] ὤν, πάντα ποιεῖ [μὲν] ἑαυτῷ ὅμοια, ταῦτα δ᾽, ἀγαθὰ γενόμενα, ἐν τῇ χρήσει τῆς ἐνεργείας ⎡αφορα⎤· ἡ γὰρ κοσμικὴ φορά, τρέπουσα τὰς γενέσεις, ποιὰς ποιεῖ, τὰς μὲν ῥυπαίνουσα τῇ κακίᾳ, τὰς δὲ καθαίρουσα τῷ ἀγαθῷ.

---

Anonymous, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg009.local001/.
