# Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ] 8

Corpus Hermeticum, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ], Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-6/8

[πατὴρ μὲν οὖν ὁ θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τῶν ἐν τῷ κόσμῳ· καὶ ὁ μὲν κόσμος υἱὸς τοῦ θεοῦ, τὰ δὲ ἐν τῷ κόσμῳ ⟨υἱοὶ⟩ [ὑπὸ] τοῦ κόσμου.] καὶ εἰκότως κόσμος κέκληται· κοσμεῖ⟨ται⟩ γὰρ τὰ πάντα τῇ ποικιλίᾳ τῆς γενέσεως, καὶ τῷ ἀδιαλείπτῳ τῆς ζωῆς, καὶ ⟨τῷ⟩ ἀκοπιάστῳ τῆς ἐνεργείας, καὶ τῷ τάχει ⟨τῆς φορᾶς, καὶ τῷ ἀτρέπτῳ⟩ τῆς ἀνάγκης, καὶ τῇ συστάσει τῶν στοιχείων, καὶ τῇ τάξει τῶν γινομένων. ὁ αὐτὸς οὖν κόσμος καὶ ⎡ἀναγκαίως⎤ καὶ οἰκείως καλοῖτο.

---

Anonymous, Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg009.local001/.
