# Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 18

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-7/18

πᾶν τοίνυν ἴσθι καθολικῶς, ὦ τέκνον, τὸ ὂν ἐν κόσμῳ κινούμενον [ἢ κατὰ μείωσιν ἢ αὔξησιν]· τὸ δὲ κινούμενον καὶ ζῇ. τὸ δὲ ζῶ[ο]ν πᾶν οὐκ ἀνάγκη τὸ αὐτὸ ⟨ἀεὶ⟩ εἶναι· ὢν γὰρ ὁμοῦ σύμπας ὁ κόσμος ἀμετάβλητος, ὦ τέκνον, ἐστί, τὰ δὲ μέρη αὐτοῦ πάντα μεταβλητά, οὐδὲν δὲ φθαρτὸν ἢ ἀπολλύμενον· αἱ δὲ προσηγορίαι τοὺς ἀνθρώπους ταράττουσιν. οὐ γὰρ ἡ γένεσίς ἐστι ζωῆ⟨ς ἀρχή⟩, ἀλλ᾽ [ἡ] αἰσθήσεως· οὐδὲ ἡ μεταβολὴ θάνατος, ἀλλὰ λήθη. τούτων τοίνυν οὕτως ἐχόντων, ἀθάνατα πάντα ⟨⟨ἐξ ὧΝ πᾶν ζῷον συνέστηκε⟨ν⟩⟩⟩, ἡ ὕλη [ζωή,] τὸ πνεῦμα [ὁ νοῦς], ⟨ἡ⟩ ψυχή [[ἐξ οὗ πᾶν ζῷον συνέστηκε]]· πᾶν ἄρα ζῷον ἀθάνατον δι⟨ὰ τὴν ἀθανασίαν⟩ αὐτῶν.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg012.local001/.
