# Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 21

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-7/21

ἴδε τὴν τάξιν τοῦ κόσμου [καὶ τὴν εὐκοσμίαν τῆς τάξεως]· ἴδε τὴν ἀνάγκην τῶν φαινομένων, καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ γινομένων· ἴδε τὴν ὕλην πληρεστάτην οὖσαν ζωῆς· ⟨ἴδε⟩ τὸν τηλικοῦτον θεὸν κινούμενον μετὰ πάντων ⟨τῶν ἐνόντων⟩ [ἀγαθῶν καὶ καλῶν] [θεῶν τε καὶ δαιμόνων καὶ ἀνθρώπων].—Ἀλλ᾽ αὗται, ὦ πάτερ, ἐνέργειαι ὅλως εἰσίν.—Εἰ οὖν ἐνέργειαί [ὅλως] εἰσιν, ὦ τέκνον, ὑπὸ τίνος [οὖν] ἐνεργοῦνται [ὑπὸ] ἄλλου ⟨ἢ τοῦ⟩ θεοῦ; ἢ ἀγνοεῖς ὅτι ὥσπερ τοῦ κόσμου μέρη εἰσὶν οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ ἀήρ, τὸν αὐτὸν τρόπον μέρη ἐστὶ ⟨τοῦ⟩ θεοῦ [ζωὴ καὶ ἀθανασία καὶ] εἱμα⟨ρμένη⟩ καὶ ἀνάγκη καὶ πρόνοια καὶ φύσις [καὶ ψυχὴ καὶ νοῦς]; [καὶ τούτων πάντων ἡ διαμονὴ] [τὸ λεγόμενον ἀγαθόν.] καὶ οὐκ [ἔτι] ἔστι τι τῶν γινομένων ἢ τῶν γεγονότων ὅπου οὐκ ἔστιν ὁ θεός.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg012.local001/.
