# Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 3

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-7/3

ὅσαις ἂν οὖν ψυχαῖς ὁ νοῦς ἐπιστατήσῃ, ταύταις φαίνει ἑαυτοῦ τὸ φέγγος, ἀντιπράσσων αὐτῶν τοῖς προλήμμασιν. ὥσπερ ⟨γὰρ⟩ ἰατρὸς ἀγαθὸς λυπεῖ τὸ σῶμα προειλημμένον ὑπὸ νόσου καίων ἢ τέμνων, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς ⟨τὴν⟩ ψυχὴν λυπεῖ, ἐξυφαιρῶν αὐτῆς τὴν ἡδονήν, ἀφ᾽ ἧς πᾶσα νόσος ψυχῆς γίνεται. νόσος δὲ μεγάλη ψυχῆς ἀθεότης· ἐπεὶ τα⟨ῖς τῶν ἀθέων⟩ δόξα[ε]ις πάντα τὰ κακὰ ἐπακολουθεῖ, καὶ ἀγαθὸν οὐδέν. ἆρ᾽ οὖν ὁ νοῦς, ἀντιπράσσων αὐτῇ, τὸ ἀγαθὸν περιποιεῖται τῇ ψυχῇ, ὥσπερ καὶ ὁ ἰατρὸς τῷ σώματι τὴν ὑγίειαν.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg012.local001/.
