# Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 5

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-7/5

Ἐνταῦθα, ὦ πάτερ, ὁ περὶ τῆς εἱμαρμένης λόγος, ὃ⟨ν⟩ ἔμπροσθέν μοι ⟨δι⟩εξελήλυθας, κινδυνεύει ἀνατρέπεσθαι. εἰ γὰρ πάντως εἵμαρται τῷδέ τινι μοιχεῦσαι, ἢ ἱεροσυλῆσαι, ἢ ἄλλο τι κακὸν δρᾶσαι, διὰ τί κολάζεται ὁ [ἐξ] ἀναγκ⟨ασάσ⟩ης τῆς εἱμαρμένης δράσας τὸ ἔργον; εἱμαρμένης γὰρ πάντα τὰ ἔργα.—⟨...,⟩ ὦ τέκνον, καὶ χωρὶς ἐκείνης οὐδὲν [τι] τῶν σωματικῶν, οὔτε ἀγαθὸν οὔτε κακόν, γενέσθαι συμβαίνει· εἵμαρται δὲ καὶ ⟨τὸν⟩ τὸ κακὸν ποιήσαντα [τὸ] ⟨κακὸν⟩ παθεῖν· καὶ διὰ τοῦτο δρᾷ, ἵνα πάθῃ ὃ πάσχει ὅτι ἔδρασε.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg012.local001/.
