# Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 6

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-7/6

τὸ δὲ νῦν ἔχον, ο⟨ὐ⟩ περὶ κακίας καὶ εἱμαρμένης ⟨ὁ⟩ λόγος· ἐν ἄλλοις μὲν ⟨γὰρ⟩ περὶ τούτων εἰρήκαμεν, νῦν δὲ περὶ νοῦ ἐστιν ἡμῖν ὁ λόγος, τί δύναται νοῦς, καὶ πῶς ἐνδιάφορός ἐστιν, ἐν μὲν ἀνθρώποις τοιόσδε, ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἠλλαγμένος· καὶ πάλιν, ὅτι ἐν μὲν τοῖς ἀλόγοις ζῴοις οὐκ ἔστιν εὐεργετικός, ⟨ἐν δὲ τοῖς ἀνθρώποις ἀγαθὸν ἐργάζεται,⟩ ἀλλ᾽ ἀνομοίως, ⟨οὐκ⟩ ἐν πᾶσι τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν σβεννύων. καὶ τούτων τοὺς μὲν ἐλλογίμους [ἄνδρας] δεῖ νοεῖν, τοὺς δὲ ἀλόγους. πάντες δὲ οἱ ἄνθρωποι εἱμαρμένῃ ὑπόκεινται, ⟨ἐπεὶ⟩ καὶ γενέσει καὶ μεταβολῇ· ἀρχὴ γὰρ καὶ τέλος ταῦτα εἱμαρμένης.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg012.local001/.
