# [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 16x

Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς], Section 16x. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-8/16x

⟨⟨δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ ⟨...⟩, καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ [τῇ] βάσ⟨ε⟩ι λείᾳ ταῖ⟨ς⟩ κορυφαῖϲ[τητι] [κατ]ἐπεμβαίνει, καὶ ⟨διὰ⟩ τοῦ λόγου [τοῦ εἰς εἰρήνην] κρατεῖ· [καὶ ὅτι γε ὑπερέχειν πέφυκε [τῆς βασιλείας] τῆς βαρβαρικῆς·] ὥστε καὶ τοὔνομα σύμβολόν ⟨ἐστιν⟩ εἰρήνης. [τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον [ἀναστέλλειν πέφυκεν] ⟨ἀνέστειλεν⟩.] ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν [εἰρήνης]· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως [ἐνήργησε τὴν νίκην καὶ] τὸ ἄτρομον [τε καὶ ἄτρωτον] προυξένησε [τοῖς ἐνοικοῦσιν].⟩⟩

---

Anonymous, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς], ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg018.local001/.
