# [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 6

Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς], Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-8/6

ἀλλὰ δὴ ὁρῷ τινα τῶν τεχνιτῶν [καὶ χωρὶς τῆς κατὰ λύραν ἐνεργείας], εἴ ποτε πρὸς μεγαλοφυῆ ὑπόθεσιν εἴη παρεσκευασμένος, [ὥσπερ αὐτῷ πολλάκις ὀργάνῳ κεχρημένον] [καὶ τὴν τῆς νευρᾶς θεραπείαν] ⟨τὴν λύραν⟩ δι᾽ ἀπορρήτων ἐναρμοσάμενον, ὡς ἂν τὸ χρειῶδες εἰς τὸ μεγαλοπρεπὲς θεμένοΥ οἱ ἀκροαταὶ ὑπερεκπλήττοιντο. [λέγεται μὲν δὴ ⟨ὡς⟩ καί τινος τεχνίτου κιθαρῳδίαν διαγωνιζομένου, τῆς νευρᾶς ῥαγείσης, ὑπὸ τοῦ κρείττονος] λέγεται μὲν δή τινα κιθαρπόν, τὸν τῆς μουσουργίας ἔφορον θεὸν ἔχοντα εὐμενῆ, ἐπειδὴ ἐναγώνιον τὴν κιθαρῳδίαν ποιουμένῳ [ἡ] νευρὰ ῥαγεῖσα πρὸς ἐμπόδιον τῆς ἀθλήσεως αὐτῷ γεγένηται, ⟨...⟩ [τὸ παρὰ τοῦ κρείττονος εὐμενὲς ⟨...⟩ τὴν νευρὰν ἀνεπλήρωσεν αὐτῷ, κοίτης εὐδοκιμήσεως πάρεσχε τὴν χάριν.] ἀΝτὶ μὲν γὰρ τῆς νευρᾶς αὐτῷ τέττιγα κατὰ πρόνοιαν τοῦ κρείττονος ἐφιζάνοντα ἀναπληροῦν τὸ μέλος, [καὶ τῆς νευρᾶς φυλάττειν τὴν χώραν,] τὸν κιθαρῳδὸν δὲ [τῇ τῆς νευρᾶς ἰάσει] τῆς λύπης παυσάμενον τῆς νίκης ἐσχηκέναι τὴν εὐδοκίμησιν.

---

Anonymous, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς], ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg018.local001/.
