# Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 10a

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, Section 10a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-9/10a

οὗτος ὁ θεοῦ ὀνόματος κρείττων. οὗτος ὁ ἀφανής, οὗτος ὁ φανερώτατος. οὗτος ὁ τῷ νοΐ θεωρητός, οὗτος ὁ τοῖς ὀφθαλμοῖς ὁρατός. οὗτος ὁ ἀσώματος, ⟨οὗτος⟩ ὁ πολυσώματος, μᾶλλον δὲ παντο[ς]σώματος. οὐδέν ἐστιν [[οὗτος]] ὃ οὐκ ἔστι⟨ν⟩ ⟨⟨οὗτος⟩⟩· πάντα γὰρ ⟨ἃ⟩ ἔστι καὶ οὗτός ἐστι. καὶ διὰ τοῦτο αὐτὸς ὀνόματα ἔχει ἅπαντα, ὅτι ἑνὸς ⟨αὐτοῦ πάντα⟩ ἐστὶ πατρός· καὶ διὰ τοῦτο αὐτὸς ὄνομα οὐκ ἔχει, ὅτι πάντων ἐστὶ πατήρ.

---

Anonymous, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg005.local001/.
