# Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 11

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-9/11

πότε δέ σε ὑμνήσω; οὔτε γὰρ ὥραν ⟨χωρίς⟩ σου οὔτε χρόνον καταλαβεῖν δυνατόν. ὑπὲρ τίνος δὲ καὶ ὑμνήσω ⟨σε⟩; ὑπὲρ ὧν ἐποίησας, ἢ ὑπὲρ ὧν οὐκ ἐποίησας; ὑπὲρ ὧν ἐφανέρωσας, ἢ ὑπὲρ ὧν ἔκρυψας; διὰ τί⟨νος⟩ δὲ καὶ ὑμνήσω σε; ὡς ἐμαυτοῦ ὤν; ὡς ἔχων τι ἴδιον; ὡς ἄλλος ὤν: σὺ γὰρ εἶ ὃ [ε]ἂν ὦ, σὺ εἶ ὃ ἂν ποιῶ, σὺ εἶ ὃ ἂν λέγω. σὺ γὰρ πάντα εἶ, καὶ ἄλλο οὐδὲν ἔστιν ὃ μὴ ο`Υ εἶ. σὺ εἶ πᾶν τὸ γενόμενον, σὺ τὸ μὴ γενόμενον. νοῦς μὲν ⟨εἶ⟩, νοούμενος· πατὴρ δέ, δημιουργῶν· θεὸς δέ, ἐνεργῶν· ἀγαθὸς δέ, [καὶ] πάντα ποιῶν. [ὕλης μὲν γὰρ τὸ λεπτομερέστερον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός.]

---

Anonymous, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg005.local001/.
