# Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 1b

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, Section 1b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-9/1b

⟨... ⟩ ⎡οὐ γὰρ ἂν ἦν εἰ ἀφανὲς ἦν.⎤ πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ. τὸ δὲ ἀφανὲς ἀεὶ ἔστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει. ⟨...⟩ ἀεὶ γὰρ ἔστι· καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν, ὡς ἀεὶ ὤν. ⟨πάντα οὖν⟩ φανερῶν, αὐτὸς οὐ φανεροῦται, οὐκ αὐτὸς γεννώμενος ἐν φαντασίᾳ, [[δὲ]] πάντα ⟨⟨δὲ⟩⟩ φαντασιῶν. ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν· οὐδὲν γάρ ἐστιν ἢ φαντασία ἡ γένεσις. ὁ δῊ εἷς ἀγέννητος ⟨ὢν⟩ δῆλον ὅτι καὶ ἀφαντασίαστος· ⟨εἰ δὲ ἀφαντασίαστος,⟩ καὶ ἀφανής.

---

Anonymous, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg005.local001/.
