# Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 2

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-9/2

τὰ δὲ πάντα φαντασιῶν, διὰ πάντων φαίνεται, καὶ ἐν πᾶσι· καὶ μάλιστα οἷς ἂν αὐτὸς βουληθῇ φανῆναι. σὺ οὖν, ὦ Τὰτ τέκνον, εὖξαι πρῶτον τῷ κυρίῳ καὶ πατρί, [καὶ] ⟨τῷ⟩ μόνῳ καὶ [οὐχ] ἑνὶ ⟨ἀγαθῷ⟩ [ἀλλ᾽ ἀφ᾽ οὗ ὁ εἷς`, ἵλεω τυχεῖν [[ἵνα δυνηθῇς τὸν τηλικοῦτον θεὸν νοῆσαι,]] καὶ ἀκτῖνά σοι κἂν μίαν αὐτοῦ τῇ σῇ διανοίᾳ ἐλλάμψαι, ⟨⟨ἵνα δυνηθῇς τὸν τηλικοῦτον [θεὸν] νοῆσαι.⟩⟩ νόησις γὰρ μόνη ὁρᾷ τὸ ἀφανές, ὡς καὶ αὐτὴ ἀφανὴς οὖσα· ⟨⟨εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν ἑαυτῷ ⟨ὢν⟩ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται;⟩⟩ εἰ ⟨δὲ⟩ δύνασαι τοῖς τοῦ νοῦ ὀφθαλμοῖς ⟨⟨ἰδεῖν⟩⟩, φανήσεται, ὦ Τάτ· ἀφθόνως γὰρ ὁ κύριος φαίνεται διὰ παντὸς τοῦ κόσμου [νόησιν] [[ἰδεῖν]]· ⟨⟨καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι⟩⟩ καὶ λαβέσθαι αὐτ῀Ης ταῖς χερσὶ δύνασαι [[καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι]]. [[εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν σαυτῷ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται;]]

---

Anonymous, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg005.local001/.
