# Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 4

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-9/4

⟨ἡ⟩ ἄρκτος, ⟨⟨ἡ⟩⟩ αὐτὴ [[ἡ]] περὶ αὑτὴν στρεφομένη, καὶ τὸν πάντα κόσμον συμπεριφέρουσα, ⟨...· τίς ὁ...; ὁ ἀὴρ...·⟩ τίς ὁ τοῦτο κεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρους περιβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦ Τάτ, ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης· ἀδύνατον γὰρ ἢ τόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦ ποιήσαντος. πᾶσα γὰρ τάξις ⟨ποιητή, μόνη δὲ ἡ⟩ ἀτοπία καὶ ἀμετρία ἀποίητος. ἀλλ᾽ οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦ τέκνον· καὶ γὰρ εἴ τι ἄτακτόν ἐστιν, ⎡ἐνδεὲς ὅτε κατέχει τοῦτό ἐστι τὸν τρόπον τῆς τάξεως·⎤ καὶ ⟨γὰρ ἡ ἀταξία⟩ ὑπὸ τὸν δεσπότην ἐστί, τὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα.

---

Anonymous, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg005.local001/.
