# Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι 9

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-9/9

[⎡κρείττων ἐστὶν ὅσος κατὰ θεὸν ὀνόματος τοσοῦτος.⎤] ⟨τίς γὰρ ἄλλος⟩ ἐστὶν ὁ πάντων πατήρ; ἦ γὰρ ⟨οὐ⟩ μόνος οὗτος; καὶ τοῦτο αὐτῷ τὸ ἔργον ἐστί, ⟨τὸ⟩ πατέρα εἶναι. εἰ δέ τί με καὶ τολμηρότερον ἀνάγκΗ[ζεις] εἰπεῖν, τούτου ἐστὶν ⟨ἡ⟩ οὐσία τὸ κιΝεῖν πάντα καὶ ποιεῖν· καὶ ὥσπερ χωρὶς τοῦ ποιοῦντος ἀδύνατόν ἐστι γενέσθαι τι, οὕτω καὶ τοῦτον Δεῖ μὴ εἶναι, εἰ μὴ πάντα ἀεὶ ποιοῦντα, ἐν οὐρανῷ, ἐν ἀέρι, ἐν γῇ, ἐν βυθῷ, ἐν παντὶ τοῦ κόσμου ⟨μέρει⟩, ἐν παντὶ [τοῦ παντὸς] τῷ ὄντι καὶ τῷ μὴ ὄντι. οὐδὲν γάρ ἐστιν ἐν παντὶ ἐκείνῳ ὃ οὐκ ἔστιν αὐτός. ἔστιν αὐτὸς καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα· τὰ μὲν γὰρ ὄντα ἐφανέρωσε, τὰ δὲ μὴ ὄντα ἔχει ἐν ἑαυτῷ.

---

Anonymous, Ἑρμοῦ πρὸς Τὰτ υἱόν. ὅτι ἀφανὴς ⟨...⟩ θεὸς φανερώτατός ἐστι, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg005.local001/.
