# ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 10

Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text/10

Eν κενῷ δὲ ⟨οὐ⟩ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ Τρισμέγιστε; —ΕὐφήΜ⟨ει⟩, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενόν· μόνον δὲ τὸ μὴ ὂν κενόν ἐστι. ⟨⟨τὸ γὰρ ὑπάρχον⟩⟩ τῷ τῆς ὑπάρξεως λόγῳ ⟨⟨κενὸν οὐδέποτε γενέσθαι δύναται·⟩⟩ τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν. [[τὸ γὰρ ὑπάρχον]] [[κενὸν οὐδέποτε γενέσθαι δύναται.ὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, τοιαῦτα, οἷον κάδος κενὸς καὶ κέραμος καὶ ⎡ποταμὸς ὅλος⎤ καὶ ληνὸς καὶ τὰ ἄλλα πάντα τὰ παραπλήσια;—Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα κενὰ ἡγῇ εἶναι;

---

Anonymous, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg002.local001/.
