# ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 14

Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text/14

ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ᾽ ὁποσονοῦν ἀγαθὸς εἶναι, ἢ μόνος ὁ θεός· [[καὶ τοῦτό ἐστι μόνον, καὶ οὐδὲν ἄλλο·]] τὰ δὲ ἄλλα πάντα ⟨ἀ⟩χώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως. σῶμα γάρ ἐστι καὶ ψυχὴ τόπον οὐκ ἔχοντα χωρῆσοι δυνάμενον τὸ ἀγαθόν·

---

Anonymous, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg002.local001/.
