# ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 17a

Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩, Section 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text/17a

ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρὸς πάλιν, διὰ τὸ ποιητικὸν πάντων· πατρὸς γὰρ τὸ ποιεῖν. διὸ καὶ μεγίστη ⟨τῶν⟩ ἐν τῷ βίῳ σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὗ φρονοῦσίν ἐστιν ἡ παιδοποιία· καὶ μέγιστον ἀτύχημα καὶ ἀσέβημά ἐστιν ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλαγῆναι· ⟨⟨ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ἡλίου.⟩⟩ καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν. ἡ δὲ τιμωρία ἐστὶν ἥδε, τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμα καταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσιν ἔχον. [[ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ἡλίου.]] τοιγαροῦν, ὦ Ασκληπιέ, μηδενὶ ὄντι ἀτέκνῳ συνησθῇς, τοὐναντίον δὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸν μένει τιμωρία.

---

Anonymous, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg002.local001/.
