# Pars Vi Cod Digby 6 1-11

Corpus Parisinum, Pars Vi Cod Digby 6, 1 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/1

Ἀλέξανδρος ὁ βασιλεὺς πληρώσας ποτὲ ὀστέων πίνακα ἔπεμψε Διογένει τῷ κυνικῷ φιλοσόφῳ· ὁ δὲ λαβὼν εἶπε· " κυνικὸν μὲν τὸ βρῶμα, οὐ βασιλικὸν δὲ τὸ δῶρον." Ὁ αὐτὸς ἐξίων ἐπὶ τὸν πόλεμον Ἀριστοτέλης ἔφη· " περίμεινον τὸ τέλειον τῆς ἡλικίας εἰς αὔξησιν τοῦ σώματος καὶ τότε πολέμει·" ὁ δὲ Ἀλέξανδρος ἔφη· " φοβοῦμαι μὴ περιμένων τὸ τέλειον τῆς ἡλικίας τὴν τῆς νεότητος τόλμαν ἀπολέσω." Ὁ αὐτὸς ἰδὼνΔαρεῖον ἐπὶ παρατάξεως πεσόντα καὶ τὸ σῶμα γυμνωθέντα ἄρας τὴν ἑαυτοῦ χλαμύδα ἐπέθηκεν αὐτῷ· ἐρωτώμενος δὲ ὑπὸ τῶν φίλων τί τοῦτο ἐποίει εἶπεν· " ἄνδρες φίλοι, οὐ τὸν νεκρὸν καλύπτω, ἀλλὰ τὴν τύχην περιστέλλω." Ὁ αὐτὸς εἰς Ἰλλυριοὺς παραγενόμενος ἐν τῷ τοῦ Διὸς βωμῷ κατιδὼν γυναῖκα κάλλει διαφέρουσαν ἐκπλαγεὶς αὐτῆς τὴν εὐμορφίαν πολὺν χρόνον ἐθεᾶτο· τοῦ δὲ Ἡφαιστίωνος εἰπόντος εἰκότως εἰ παραλάβοι τὴν προειρημένην ἔφη· " καὶ πῶς οὐ δεινόν εἰ οἱ ἄλλων ἀκρασίας κολάζειν βουλόμενοι δουλεύοντες ἀκρασίαις ὑπὸ τῶν ἐκτὸς ἀνθρώπων φωραθῶμεν;" Ὁ αὐτὸς τοῦ κατασκόπου λέγοντος αὐτῷ πλείους εἶναι τοὺς Δαρείου εἶπε· " καὶ τὰ πρόβατα πλείονα ὄντα ὑφ’ ἑνὸς ἢ δευτέρου λύκου χειροῦνται." Ἀντίγονος ὁ βασιλεὺς θύων ηὔχετο τοῖς θεοῖς φυλάττειν αὐτὸν ἀπὸ τῶν δοκούντων εἶναι φίλων· πυνθανομένου δέ τινος διὰ ποῖαν αἰτίαν τοιαύτην εὐχὴν ποιεῖται ἔφη· " ὅτι τοὺς ἐχθροὺς ἔχων φυλάσσομαι." Ἀνταγόρας ἐπεὶ ἀνεγίνωσκε παρὰ Θηβαίοις τὸ τῆς Θηβαΐδος σύγγραμμα καὶ οὐδεὶς ἐπεσημήνατο εἱλήσας τὸ βιβλίον εἶπε· " δικαίως καλεῖσθε Βοιωτοί· βοῶν γὰρ ὦτα ἔχετε." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἔστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον ἔφη· " γλῶσσα." Ὁ αὐτὸς ἔφη· " ὅταν ἐπαινῶσί με πολλοὶ τότε νομίζω μηδενὸς ἄξιος εἶναι, ὅταν δὲ ὀλίγοι σπουδαῖος ἄνθρωπος." Ὁ αὐτὸς ἰδὼν ἀθλητὴν κακῶς ἰατρεύοντα εἶπεν· " εὕρηκας ὁδὸν δι’ ἧς πολλοὺς καταβάλλεις." Ἀττικὸς νεανίσκος ἀρρωστῶν καὶ προσδοκώμενος ἀποθανεῖν ἐρωτώμενος ὑπὸ τῶν δοκούντων αὐτὸν κληρονομεῖν " πῶς ἔχεις;" ἔφη· " οὐδὲν ἔχω."

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
