# Pars Vi Cod Digby 6 121-125

Corpus Parisinum, Pars Vi Cod Digby 6, 121 to 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/121
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/121

Μητρόδωρος ἔλεγεν· " ἅμα τὴν ἐπαγγελίαν ποιητέον καὶ τὴν δόσιν συναπτέον· ἐπαγγελίαν γὰρ ἀνατεινομένην οὐκέτι σφραγίζεται χάρις." Γεγόναμεν ἅπαξ· δὶς δὲ οὐκ ἔτι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα μηκέτι εἶναι· σὺ δὲ τῆς αὔριον οὐκ ὢν κύριος ἀναβάλλῃ τὸν καιρόν· ὁ δὲ πάντων βίος μελλησμῷ παραπόλλυται καὶ διὰ τοῦτο ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνήσκει. Μὴ ζήτει γίνεσθαι τὰ γινόμενα ὡς θέλεις, ἀλλὰ θέλε ὡς ἂν τα γινόμενα γίνηται. Μὴ φεῦγε μικρὰ χαρίζεσθαι· δόξεις γὰρ καὶ περὶ τὰ μεγάλα τοιοῦτος εἶναι. Μηδενὶ πονηρῷ πράγματι προστῇς ἢ συνηγορήσῃς· δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα πράττειν οἷα τοῖς ἄλλοις πράττουσι βοηθεῖς.

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
