# Pars Vi Cod Digby 6 126-140

Corpus Parisinum, Pars Vi Cod Digby 6, 126 to 140. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/126
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/126

Νικοκλῆς κακοῦ τινος ἰατροῦ λέγοντος ὅτι μεγάλην ἔχει δύναμιν ἔφη· " πῶς γὰρ οὐ μέλλεις λέγειν ὃς τοσοῦτους ἀνῃρηκὼς ἀνεύθυνος γέγονας;" Ὁ αὐτὸς τοὺς ἰατροὺς εὐτυχεῖς ἔλεγεν ὅτι τὰς μὲν ἐπιτυχίας αὐτῶν ὁ ἥλιος ὁρᾷ, τὰς δὲ ἀποτυχίας ἡ γῆ καλύπτει. Νομικῷ φλυάρῳ ἔφη τις· " οὐ δεῖ ἐν πολλοῖς λέγειν ὀλίγα, ἀλλ’ ἐν ὀλίγοις πολλά." Νεανίσκου ἐν συμποσίῳ πολλὰ λαλοῦντός τις τῶν συνανακειμένων εἶπεν· " εἰ τὸσαῦτα ἐφρόνεις ὅσα λαλεῖς οὐκ ἂν τοσαῦτα ἠσχημόνεις." Νεανίσκου ἐν θεάτρῳ ἐναβρυνομένου καὶ λέγοντος " πολλοῖς ὡμίλησα σοφοῖς" εἶπέ τις· " κἀγὼ πολλοῖς πλουσίοις, ἀλλὰ πλούσιος οὔκ εἰμι." Ὁ αὐτὸς τοῖς παισὶ συνεβούλευεν αἰδῶ δεῖν καταλιπεῖν ἢ χρυσόν. Ὁ αὐτὸς ἔφη· " οὐ καλὸν πεπαιδευμένον ἐν ἀπαιδεύτοις διαλέγεσθαι ὥσπερ οὐδὲ νήφοντα μεθύουσιν." Ὁ αὐτὸς ἔφη δεῖν κρίναντας φιλεῖν ἢ φιλήσαντας κρίνειν. Ξενοφῶν ὁ φιλόσοφος ᾔτησέ τι παρά τινος τῶν πλουσίων, ὁ δὲ προσκαλεσάμενος πλησίον ὄντα χωλὸν δέδωκεν ἐκείνῳ καὶ ὁ Ξενοφῶν ἔφη· " πάνυ καλῶς· χωλὸς μὲν γὰρ προσδοκᾷς γενέσθαι, φιλόσοφος δὲ οὐδέποτε." Ὁ αὐτὸς τὴν πενίαν ἔλεγεν αὐτοδίδακτον φιλοσοφίαν εἶναι· ἃ γὰρ ἐκείνη τοῖς λόγοις πείθει αὕτη τοῖς ἔργοις ἀναγκάζει. Ξάνθος ὁ σοφὸς θεασάμενος ἐπὶ θύραις εὐπρεποῦς γυναικὸς ἄνδρα οἰκοφθόρον ἔφη· " οὗτος ἡδονὴν μικρὰν ὠνεῖται κινδύνῳ μεγάλῳ." Ξένα καὶ παράδοξα νεανίσκου λέγοντός τις πρὸς αὐτὸν ἀπεκρίνατο· " εἰ μὲν παρ’ άλλου ταῦτα ἀκήκοας μὴ πίστευε, εἰ δὲ σὺ ἰσχυρίζῃ ἐγὼ σοὶ οὐ πιστεύω." Ξανθίππης Ἰσοκράτει τῷ ἀνδρὶ ἐπιτιμώσης διότι λιτῶς παρεσκευάζετο ὑποδέξασθαι φίλους " ὦ γῦναι," εἶπεν, " εἰ μὲν ἡμέτεροί εἰσιν οὐδὲν ἐκείνοις μελήσει, εἰ δὲ ἀλλότριοι ἡμῖν περὶ αὐτῶν οὐδὲν μελήσει." Ὁ αὐτός τινος λέγοντος ὅτι " τινὲς λοιδοροῦσί σε" ἔφη· " ἀλλ’ ἐγὼ οὕτως διέξω ὥστε ἀπιστεῖσθαι αὐτούς." Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς τις τὸν ἐχθρὸν λυπήσει ἔφη· " ἑαυτὸν παρασκευάζων βέλτιστα πράττειν."

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
