# Pars Vi Cod Digby 6 154-165

Corpus Parisinum, Pars Vi Cod Digby 6, 154 to 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/154
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/154

Ὁ αὐτὸς εἰπόντος αὐτῷ τινος ὅτι " Ἀθηναῖοί σου θάνατον ἐψηφίσαντο" ἔφη· " πρὸ αὐτῶν δὲ ἡ φύσις." Πρωταγόρας ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ μελέτης μήτε μελέτην ἄνευ τέχνης. Ποιμὴν ἀρνίον ἀπολέσας ηὔχετο τῷ Διΐ· " ἐὰν τὸν κλέπτην εὕρω θύσω σοι κριόν·" καὶ εἰσελθὼν ἐν σπηλαίῳ εὗρε λέοντα τοῦ ἀρνοῦ καταδεδραγμένον καὶ στὰς εἶπε· " πρώην μὲν κριόν σοι ὑπεσχόμην ἐὰν τὸν κλέπτην εὔροιμι, νῦν δὲ ἐὰν τὰς αὐτοῦ χεῖρας ἐκφύγω ἀντὶ κριοῦ ταῦρόν σοι προσενέγκω." Πειρατῇ τινι ἐκπεσόντι εἰς γῆν καὶ διαφθειρομένῳ χειμῶνος περιβόλαιόν τις ἄρας δέδωκε καὶ εἰς τὴν οἰκίαν ἀγαγὼν τὰ ἑξῆς πάντα παρέσχεν· ὀνειδισθεὶς δὲ ὑπό τινος ὅτι τοὺς πονηροὺς εὐεργετεῖ " οὐ τὸν ἄνθρωπον," ἔφη, " ἀλλὰ τὸ ἀνθρώπινον τετίμηκα." Ποσειδίππου. Οὐδεὶς ἀλύτως τὸν βίον διήγαγεν ἄνθρωπος ὤν, οὐδ’ ἄχρι τοῦ τέλους ἔμεινεν εὐτυχών. Πιττακὸς ἐρωτηθείς ποτε τί ἄριστον εἶπε· " τὸ παρὸν εὖ ποιεῖν." Πρὸς τὸν φάσκοντα δεῖν σπουδαῖον ζητεῖν ἄνθρωπον ἔφη· " ἀλλ’ ἐὰν ζητῇς οὐχ εὑρίσκεις." Πολλοῖς ὁ καιρὸς ἐπὶ πᾶσι τοῖς πράγμασι γίνεται διδάσκαλος. Μητρὸς ἐπιτίμησις ἡδὺ φάρμακον· πλεῖστον γὰρ ἔχει τὸ ὠφελοῦν τοῦ δάκνοντος. Πολλῶν κακῶν ἐπικάλυμμά ἐστιν ὁ πλοῦτος. Πᾶς ἄνθρωπος τοιοῦτός ἐστιν ἐν τοῖς οἰκείοις οἷος πέφυκεν, ἐν δὲ τοῖς αλλοτρίοις οἷος βούλεται· νικᾷ γὰρ ὑπόκρισις ἀλήθειαν. Πένης τελευτῶν ἔφη· " σῴζου πενία μοχθηρὰ καὶ δυσχερὲς καὶ πολυδέσποτε."

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
