# Pars Vi Cod Digby 6 182-201

Corpus Parisinum, Pars Vi Cod Digby 6, 182 to 201. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/182
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/182

Στίλπων ὁ Μεγαρικὸς φιλόσοφος ἁλούσης τῆς πατρίδος αὐτοῦ ὑπὸ Δημητρίου τοῦ τυράννου καὶ διαρπαγείσης ἀναχθεὶς ἐπὶ τὸν βασιλέα καὶ ἐρωτώμενος εἴ τι δὴ αὐτὸς ἀπώλεσε " τῶν ἐμῶν μὲν οὐδέν," ἔφη, " τὸν γὰρ λόγον καὶ τὴν παιδείαν ἔχω, τὰ δὲ λοιπὰ διὰ τί μᾶλλον ἐμὰ ἢ οὐχὶ τῶν πολιορκούντων;" Ὁ αὐτὸς ἠρωτήθη τῆς πόλεως αὐτοῦ διαρπαζομένης ὑπὸ Δημητρίου " μὴ καὶ τῶν σῶν, Στίλπων, τί διαφορεῖται;" ἔφησεν· " οὐδέν· οὐδὲ γὰρ πώποτε ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους· ἄλλως τε δὲ οὐδένα στρατιωτῶν ἀρετὴν ἐπ’ ὤμων ἐκφέροντα εἶδον." Στρατόνικος ἰατρὸν κολακεύων ἔλεγεν· " ἐπαινῶ σου τὴν ἐμπειρίαν ὅτι οὐκ ἐᾷς τοὺς ἀρρώστους κατασαπῆναι τάχιον αὐτοὺς τοῦ ζῆν ἀπαλλάσσων." Σοφοῦ καὶ παντὸς ἀνθρώπου πεῖραν ἐκ τῶν ἀποδείξεων δεῖ λαμβάνειν ἢ ἐκ τῶν λόγων. Σιωπῆς εὐκαίρου χρησιμώτερον οὐδέν. Tιμόθεος ἔφη· " ὥσπερ τοῖς νοσοῦσιν ἰατροὶ σωτῆρές εἰσιν οὕτω καὶ τοῖς ἀδικουμένοις οἱ νόμοι." Tὸ πολλὰ τολμᾶν πολλὰ ἁμαρτάνειν ποιεῖ. Tοὺς ἀγαθοὺς ἄνδρας βίον λαμπρὸν δεῖ ἀντὶ μακροῦ αἱρεῖσθαι. Tόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν οὔτε ἀφροσύνην ἀφαιρέονται. Ὁ αὐτὸς ἐπερωτῶν Κροῖσον τί παρὰ τῆς βασιλείας ἔσχε τιμιώτατον ἐκεῖνος ἔφη· " τὸ τοὺς ἐχθροὺς μετελθεῖν καὶ φίλους εὐεργετεῖν·" " πόσῳ μᾶλλον," ἔφη, " χαριέστερον ἐποίησας εἰ καὶ τούτους εἰς φιλίαν μετετρόπωσας." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ὄφελος τοῖς ψευδομένοις ἐκ τοῦ ψεύδους ἔφη· " τὸ κἂν ἀληθῆ λέγωσι μὴ πιστεύεσθαι." Ὁ αὐτὸς ἔλεγεν ἐκεῖνον μόνον βασιλέα εἶναι τὸν δυνάμενον ἄρχειν τῶν οἰκείων παθῶν. Ὑπερίδης ἔφη δεῖν τὸν ἀγαθὸν ἐπιδείκνυσθαι ἐν μὲν τοῖς λόγοις ἃ φρονεῖ, ἐν δὲ τοῖς ἔργοις ἃ ποιεῖ. Ὁ αὐτὸς ἔλεγε κακῶν ἀνθρώπων φεύγειν φιλίαν καὶ ἀγαθῶν ἔχθραν. Ὑπό τινος δολίου σοφὸς ὀνειδιζόμενος ἐπὶ τῷ ἀξιώματι μὴ τιμηθῆναι εἶπεν· " ἐμοὶ μὲν ἀξίωμα ὑπάρχει ἡ παιδεία, σοὶ δὲ δόξα ὑπάρχει ἡ ἀφροσύνη." Ὑπερηφανία μέγιστον κακὸν ἐν ἀνθρώποις ὑπάρχει. Ὑγιαίνων νοσεῖ πᾶς περίεργος ὁ τὰ ἀλλότρια πολυπραγμονῶν. Ὑπὲρ εὐσεβείας καὶ μανθάνειν δεῖ καὶ λαλεῖν παρρησίᾳ. Ὑφ’ ἡδονῆς σώφρων οὐδέποτε ἁλίσκεται.

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
